Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.48.1 | Hdt. 9.49.1 (English) | >>Hdt. 9.50.1 |
9.48.3 ταῦτα οὐδαμῶς ἀνδρῶν ἀγαθῶν ἔργα , ἀλλὰ πλεῖστον δὴ ἐν ὑμῖν ἐψεύσθημεν . προσδεκόμενοι γὰρ κατὰ κλέος ὡς δὴ πέμψετε ἐς ἡμέας κήρυκα προκαλεύμενοι καὶ βουλόμενοι μούνοισι Πέρσῃσι μάχεσθαι , ἄρτιοι ἐόντες ποιέειν ταῦτα οὐδὲν τοιοῦτο λέγοντας ὑμέας εὕρομεν ἀλλὰ πτώσσοντας μᾶλλον . νῦν ὦν ἐπειδὴ οὐκ ὑμεῖς ἤρξατε τούτου τοῦ λόγου , ἀλλʼ ἡμεῖς ἄρχομεν .
9.48.4 τί δὴ οὐ πρὸ μὲν τῶν Ἑλλήνων ὑμεῖς , ἐπείτε δεδόξωσθε εἶναι ἄριστοι , πρὸ δὲ τῶν βαρβάρων ἡμεῖς ἴσοι πρὸς ἴσους ἀριθμὸν ἐμαχεσάμεθα ; καὶ ἢν μὲν δοκέῃ καὶ τοὺς ἄλλους μάχεσθαι , οἱ δʼ ὦν μετέπειτα μαχέσθων ὕστεροι · εἰ δὲ καὶ μὴ δοκέοι ἀλλʼ ἡμέας μούνους ἀποχρᾶν , ἡμεῖς δὲ διαμαχεσώμεθα · ὁκότεροι δʼ ἂν ἡμέων νικήσωσι , τούτους τῷ ἅπαντι στρατοπέδῳ νικᾶν .”
ch. 49
9.49.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.48.1 | Hdt. 9.49.1 (English) | >>Hdt. 9.50.1 |